Ancient Greek
P.Oxy. 12 1586
Documentary Papyri, P.Oxy. 12 1586
Not analysed yet
Ἁρποκρατίων Ἡραΐδι τῆι ἀδελφῆι χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν τέκνων σου καὶ τῶν σῶν πάντων. γράφω δέ σοι καὶ ἐγὼ ἐρρωμένος καὶ εὐχόμενός σοι τὰ κάλλιστα. ἄσπασαι Ἀπολλώνιον καὶ Διονύσιον καὶ Πλουτογένειαν καὶ Εὐτυχίαν καὶ τοὺς υἱοὺς αὐτῆς καὶ τὴν θυγατέρα. ἡ ἰατρίνη σε ἀσπάζεται καὶ Διονύσιος καὶ Ἥρων καὶ οἱ ἐμοὶ πάντες σε προσαγορεύουσιν. ἐρῶσθαι εὔχομαι πανοικεί. Αὐρηλίᾳ Ἡραΐδι παρὰ ἀδελφοῦ Ἁρποκρατίωνος.