Ancient Greek
P.Oxy. 14 1629
Documentary Papyri, P.Oxy. 14 1629
Not analysed yet
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλοπατόρων ἔτους ὀγδόου, τὰ δʼ ἄλλα τῶν κοινῶν ὡς ἐν Ἀλεξανδρείαι γράφεται, μηνὸς Γορπιαίου καὶ Ἐπεὶφ κζ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος. ἐμίσθωσεν Θέων Θέωνος τῶν κατοίκων ἱππέων Ἀπολλωνίωι τῶι καὶ Ἁρβίχει Ἀπολλωνίου τοῦ καὶ Ἁρβίχιος Πέρσηι τῆς ἐπιγονῆς οἱ δύο ἀγυιᾶς Κλεοπάτρας Ἀφροδίτης τὸν ὑπάρχοντα αὐτῶι περὶ Παῖμιν κλῆρον ἀρουρῶν τριάκοντα ,ὥστε πυροσπορῆσαι μὲν εἰς τὸ ἔνατον ἔτος τὸ ἥμισυ, τὸ δʼ ἄλλο ἥμισυ ξυλαμῆσαι ἀράκωι, ἐκφορίου ἑκάστης ἀρούρας τὴς μεν πυρῶι πυροῦ στερεοῦ ἀκρίθου ἀρταβῶν ἕξ ,τῆς δὲ ἀράκωι πυροῦ ὁμοίως στερεοῦ ἀκρίθου ἀρταβῶν …ὁμολογεῖ δʼ ὁ Ἀπολλώνιος ἔχειν παρὰ τοῦ Θέωνος εἰς σπέρματα …