Ancient Greek
1638Adupl.21 to 1638Adupl.35
Documentary Papyri, P.Oxy. 14 1638Adupl.21-35
Not analysed yet
καὶ ἡρκέσθησαν, τοῦ τε προκιμένου ψιλοῦ τόπου καὶ τῶν σιτικῶν ἀρουρῶν τριῶν ἡμίσους καὶ τῶν μερῶν δύο τῶν δουλικῶν σωμάτων, κυριεύειν δὲ ὁμοίως ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον καὶ χρᾶσθαι ἡμᾶς καὶ διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρώμεθα ἀνεμποδίστως σὺν ἐκγόνοις καὶ τοῖς παρʼ ἡμῶν μεταλημψομένοις, οἱ δὲ περὶ τὸν Ἀρὲτ καὶ Σαρᾶν …τως… τῶν καταλειφθέντων ὡς πρόκειται ὑπὸ τοῦ πατρὸς ἅμα τοῖς ἑτέροις ἀδελφοῖς καὶ χρήσασθαι καὶ αὐτοὺς ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως σὺν ἐκγόνοις καὶ τοῖς παρʼ αὐτῶν μεταλημψομένοις καὶ τὴν ἀπόδοσιν ποιήσασθαι τῶν πάντων ὀφειλομένων ὑπὸ τοῦ πατρός, καὶ ἀπαρενοχλήτους παρέξειν τὸν Ἀφοῦν καὶ Τααρπαῆσιν περὶ παντὸς τοῦ ἐπελευσομένου, καὶ παρέξειν τοὺς ἀφήλικας εὐδοκεῖν τῇδε τῇ ὁμολογίᾳ ἐν ἡλικίᾳ γενομένους, καὶ βεβαιώσειν τοῖς περὶ τὸν Ἀφοῦν τὰ ἐν αὐτοῖς ἐνγεγραμμένα ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰ ἀπό τε ὀφειλῆς καὶ κατοχῆς πάσης καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, ἔτι δὲ καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων καὶ τελεσμάτων πάντων καὶ ἐπικλασμῶν καὶ ἐπιμερισμῶν παντοίων τῶν ἕως τοῦ ἐνεστῶτος ζ ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ζ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ εἰσιόντος η ἔτους τούτων πρόσφορα εἶναι τῶν περὶ τὸν Ἀφοῦν, πρὸς οὓς καὶ εἶναι τὰ τοῦ αὐτοῦ η ἔτους δημόσια τελέσματα. κύρια τὰ τῆς ὁμολογίας γράμματα ὀκτασσὰ γραφέντα πρὸς τὸ ἑκάτερον μέρος ἔχειν δισσόν, ἅπερ ὁπηνίκα ἐὰν αἱρῶνται ἢ καί τις αὐτῶν ἀνοίσουσι διὰ δημοσίου, οὐ προσδεόμενοι τῆς τοῦ ἑτέρου μεταλήμψεως οὐδὲ ἑτέρας συνευδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένη διὰ τοῦ καταλογείου δημοσιώσει, καὶ ἐπερωτήσαντες ἀλλήλους ἐπὶ τούτοις ὡμολόγησαν. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου Γοθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαρμοῦθι κδ. Αὐρήλιοι Ἀπποῦς καὶ Ταερπαῆσις …τῶν μερῶν τῆς πάσης πατρικῆς κληρονομίας καὶ ἠρκέσθημεν ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις …τοῦ ἐνγαίου καὶ τῶν μερῶν δύο τῶν δουλικῶν σωμάτων ἐπὶ πᾶσι τοῖς προκιμένοις, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν.