Ancient Greek
P.Oxy. 14 1639
Documentary Papyri, P.Oxy. 14 1639
Not analysed yet
Ὀρσενοῦφις καὶ Πεκῦσις ἀμφότεροι Πετοσίριος Πέρσαι τῆς ἐπιγονῆς Θέωνι τῶι καὶ Θοώνει Θέωνος τῶν κατοίκων ἱππέων χαίρειν. ὁμολογοῦμεν ἔχειν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου ἃ καὶ διαγράφεται διὰ τῆς Ἡρακλείδου ἰδιωτικῆς τραπέζης τιμὴν πυροῦ στερεοῦ ἀκρίθου ἀρταβῶν τριάκοντα ,ἃς καὶ ἀποδώσομέν σοι ἐν τῶι Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον ἄκριθον μέτρῳ τοῦ τῆς πόλεως Σαραπιείου καταστήσαντες τοῖς ἰδίοις ἀνηλώμασιν οὗ ἂν συντάσσῃς ἐπὶ τοῦ αὐτοῦ ἱεροῦ. ἐὰν δὲ μὴ ποιῶμεν καθὰ γέγραπται, ἐκτείσομέν σοι διʼ ἐγγύων ἀλλήλων τιμὴν ἑκάστης ἀρτάβης ἧς ἐὰν μὴ ἀποδῶμεν χαλκοῦ δραχμὰς τετρακισχιλίας ,τῆς πράξεως σοι οὔσης ἔκ τε ἀμφοτέρων καὶ ἐξ οὗ ἐὰν αἱρῆι καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων καθάπερ ἐκ δίκης, μὴ μενουσῶν ἡμῖν πίστεων καθʼ ὁντινοῦν τρόπον, τῶν δʼ ἐπενεχθησομένων ὑφʼ ἡμῶν ἀκύρων οὐσῶν. ἀγώγιμοί σοι δὲ ἐσόμεθα ἐπί τε τοῦ προωνομασμένου Σαραπιείου καὶ ἐπὶ παντὸς ἀσύλου καὶ ἄρχοντος καὶ ὅπου ἂν τῶι καθόλου περιπίπτῃς ἡμῖν. κυρία ἡ χεὶρ πανταχῆι ἐπιφερομένη καὶ παντὶ τῶι ἐπιφέροντι. ἔτους θ Φαῶφι κ. Ὀρσενοῦφις καὶ Πεκῦσις ἀποδώσομεν τὰς τοῦ πυροῦ ἀρτάβας τριάκοντα καθότι πρόκειται. Ἀμμώνιος Σωσιπάτρου γέγραφα ὑπὲρ αὐτῶν ἀξιωθεὶς διὰ τὸ μὴ ἐπίστασθαι αὐτοὺς γράμματα. ἔτους θ Φαῶφι κ. ἔτους θ Φαῶφι κ, διὰ Ἡρακλείδου τραπέζης γέγονεν ἡ διαγραφή. ἔτους θ Φαῶφι, χειρόγραφον πυροῦ ἀρταβῶν λ Ὀρσενούφιός τε καὶ Πεκύσιος πρὸς Θέωνα τὸν καὶ Θοῶνιν.