Ancient Greek
P.Oxy. 14 1653
Documentary Papyri, P.Oxy. 14 1653
Not analysed yet
ιδ ἔτους β ἔτους Μεχεὶρ ιβ. λόγος ἀσήμου παραδοθέντος ὑπὸ τῆς γεούχου ἀποφερομένου εἰς Ἑρμούπολιν παραδοθησομένου εἰς λόγον τῆς γενομένης ἐπιβολῆς ἀσήμου ἐπιμερισθείσης πρὸς φορολογίαν σίτου δημοσίῳ μετρηθέντος ὡς τῶν ἀρταβῶν ρ ἐξ οὐγκίας α 𐅵. ἔστι δέ· διʼ ἄλλου λίτραι β οὐγκία α γράμματα η, Βαυλλίου ἀπὸ λίτρας α μετὰ τὰς ὑπολειφθείσας παρὰ τῆς γεούχου οὐγκίας δ 𐅵γράμματα β τὰ λοιπὰ οὐγκίαι ζ γράμματα ι, Φαμενὼθ β ὁμοῦ λίτραι β οὐγκίαι η 𐅵γράμματα ϛ. Σαραπίωνι ἀργυροκόπῳ λίτραι β καθάρσεως τούτων οὐγκία α γράμματα ιβ. χρυσοῦ ὁμοίως οὐγκίαι β γράμματα ι ἐν ὁλοκοττίνοις ιβ. λοιπαὶ ἐξ ὧν παρεδόθη τῇ γεούχῳ ιδ ἔτους β ἔτους Φαμενὼθ ιζ οὐγκίαι γ γράμματα θ. …ιε γ ἔτους, ἀσήμου λίτραι β οὐγκίαι η γράμματα ιβ. …Σαραπίωνι ἀργυροκόπῳ …λίτραι β οὐγκίαι γ γράμματα ιζ, καθάρσεως τούτων οὐγκία α 𐅵,ὁμοῦ λίτραι β οὐγκίαι ε γράμματα ε, λοιπαὶ οὐγκίαι γ γράμματα ζ.