Ancient Greek
P.Oxy. 14 1667
Documentary Papyri, P.Oxy. 14 1667
Not analysed yet
χαῖρε, Ἀπίων τιμιώτατε, Δωρίων σε προσαγορεύω. ἀκριβῶς πυνθανόμενος περὶ τῆς ὁλοκληρίας σου καὶ τίνα ἐστὶν τὰ πρὸς σὲ πραχθέντα τοῦ ἡγεμόνος ἐπὶ τῶν τόπων γενομένου, μετέδωκεν ὁ Θεόχρηστος ὅσα ἔπραξας ἐν τῷ Κυνοπολείτῃ καὶ ὅτι μὴ ὑπήκουσεν ὁ πρὸς ὃν εἶχες. ὕστερον δὲ προσεληλυθέναι αὐτὸν ἐν τοῖς ἐνθάδε τόποις καὶ ἔφη αὐτῷ ὑπακούσειν ἐν τῇ καθόδῳ, καὶ μετὰ ταῦτα μηδέτερον ὑμῶν προσεληλυθέναι …