Ancient Greek
P.Oxy. 14 1677
Documentary Papyri, P.Oxy. 14 1677
Not analysed yet
χαῖρε, Ἀφροδείτη, Ἄγαθός σε ἀσπάζομαι. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. λήμψῃ παρὰ Δόξης τῆς ἀναδιδούσης σοι τὸ ἐπιστολίδιον τὸ ἐντολικὸν Πτολεμαίδος ὃ ἔλαβον παρὰ Χαιρήμονος τοῦ ποικιλτοῦ πέμψαι αὐτῃ ὡς ἔδωκέν μοι ἐσφραγισμένον. ταχέως δήλωσον ἡμῖν διὰ φάσεως ὡς ἀπέσχες, ἵνα μὴ βαρήσεις ἀνθρώποις γράψαι σοι ἐπιστολίδιον, ἵνα μὴ ὀχληρὰ γένῃ παρʼ ἀνθρώποις. καὶ περὶ τῶν πρώτων ἐντολικῶν δήλωσόν μοι. ἄσπασαι τὴν μητέρα σου καὶ τὸν πατέρα σου καὶ Ἄγαθον καὶ Ἡρακλάμμωνα καὶ Διδύμην καὶ Ἀλεξάνδραν καὶ Σι…τρίαν σὺν τῷ ἀνδρί. μαθέτω ὅτι ἀσπάζομαι αὐτήν. ἄσπασαι τοὺς σοὺς πάντας κατʼ ὄνομα ἐξ ὀνόματός μου. ἔχει πάλιν ἡ Δόξα ἄλλα τινὰ ἃ ἔσχεν …Ἀφροδείτῃ παρὰ Ἀγάθου.