Ancient Greek
P.Oxy. 14 1684
Documentary Papyri, P.Oxy. 14 1684
Not analysed yet
κυρίῳ μου υἱῷ Τιμοθέῳ Ὡρίων. ἀπεδεξάμην τὰ δύο στιχάρια εἰσωφόρια καὶ βαρβαρίκια δύο καὶ φακιάριον καὶ οὐηλάρια δύο . ἀπέστειλά σοι στιχάριον εἰσωφόριον ἓν καὶ βαρβαρίκιον ἓν καὶ φακιάριον καὶ οὐηλάριον ἓν καὶ ἥμισυ μεγάλου δελφακίου. ἔγραψάς μοι περὶ ἄμιος Δωροθέῳ. εἴπερ ἀληθές ἐστιν καὶ καλῆς τιμῆς, δήλωσόν μοι, καὶ περὶ τοῦ σίτου καὶ τῶν κριθῶν. ἀπαντᾷ πρὸς σὲ Φῖβις ἐν τῇ αὔριον. εἴ τι θέλεις, μετάδος αὐτῶι καὶ ἀποστέλλω σοι. ἐρρῶσθαί σε εὔχομαι. …τυρία δέκα .