Ancient Greek
P.Oxy. 14 1687
Documentary Papyri, P.Oxy. 14 1687
Not analysed yet
ἐμίσθωσεν Δημητροῦς ἡ καὶ Θαῆσις Τερεντίου ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ἀνεψιοῦ Ὡρίωνος Ἀμόιτος τοῦ Τερεντίου ἀπὸ τῆς αὐτῆς πόλεως Σαραπίωνι χρηματίζοντι μητρὸς Ταχόιτος ἀπὸ τῆς αὐτῆς πόλεως πρὸς μόνον τὸ ἐνεστὸς κε ἔτος τὰς ὑπαρχούσας αὐτῇ περὶ Νέσλα ἐν μὲν τόπῳ λεγομένῳ Σαμβοῦτος ἄρουραν μίαν ,ἐν δὲ τόπῳ λεγομένῳ Ἕλει λιβὸς δὲ βασιλικῆς καλουμένης Τροφῆς Αἰγῶν ἄρουραν μίαν ἥμισυ ,καὶ περὶ τὸ Ἰσῖον Παγγᾶ ἐκ τοῦ Νικάνορος καὶ Δριμάκου κλήρου ἀρούρας τρεῖς ,ἐπὶ δὲ πασῶν μηδεμιᾶς γεωμετρίας γεινομένης, ὥστε τὴν μὲν ἐν τόπῳ Σαμβοῦτος ἄρουραν μίαν σπεῖραι ἢ ξυλαμῆσαι κριθῇ ἐκφορίου ἀποτάκτου κριθῆς ἀρταβῶν …,τὴν δὲ ἐν τόπῳ Ἕλει ἄρουραν μίαν ἥμισυ καὶ τὰς περὶ τὸ Ἰσῖον Παγγᾶ ἀρούρας τρεῖς ,ἐπὶ τὸ αὐτὸ ἀρούρας τέσσαρες ἥμισυ ,ξυλαμῆσαι χόρτῳ φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν ἑκατὸν ὀγδοήκοντα ἀκίνδυνα πάντα παντὸς κινδύνου …