Ancient Greek
P.Oxy. 14 1702 descr.
Documentary Papyri, P.Oxy. 14 1702
Not analysed yet
…συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς προκειμένου ψιλοῦ τόπου ἀχάνους ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς μυρίας δισχιλίας ὀκτακοσίας αὐτόθι ἀπέσχον παρὰ σοῦ παραχρῆμα διὰ χειρὸς ἐκ πλήρους. κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τοῦ προκειμένου ψιλοῦ τόπου ἀχανοῦς, καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῇ, ἐμὲ δὲ μὴ ἐπελεύσεσθαι ἐπʼ αὐτὸ ἢ ἐπὶ μέρος αὐτοῦ μηδʼ ἄλλον μηδένα …ὑπὲρ ἐμοῦ κατὰ μηδένα τρόπον, ἀλλὰ ἐπάναγκες παρέξομαί σοι βέβαιον καὶ καθαρὸν ἀπὸ μόνου τοῦ ἐμοῦ ὀνόματος καὶ ἀπὸ παντὸς τοῦ ἐξ ὀνόματός μου ἐπελευσομένου σοι διὰ τὸ ἀρκεῖσθαί σε τῇ εἴς με ἀπὸ τῆς προκτητρίας βεβαιώσει ἐπὶ τοῖς ἐνγεγραμμένοις πλήρης. κυρία ἡ πρᾶσις …γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου, οὐ προσδεόμενος μεταλήμψεως μου διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν τῇ ἐσομένῃ δημοσιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γίνεσθαι καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ϛ ἔτους Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ε ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Παῦνι κϛ. …