Ancient Greek
P.Oxy. 14 1711
Documentary Papyri, P.Oxy. 14 1711dupl
Not analysed yet
Αὐρήλιος Ἀλέξανδρος Ἀλεξάνδρου μητρὸς Διδύμης ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Γελασίῳ ἰδίῳ Αὐρηλίου Αἰθερίου τοῦ κρατίστου δουκηναρίου χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει ἀργυρίου Σεβαστοῦ νομίσματος τάλαντα δύο καὶ δραχμὰς τετρακισχιλίας ὀκτακοσίας ,ἅπερ ἐπάναγκες ἀποδώσειν σοι ἕως δεκάτης Ἁθὺρ τοῦ εἰσιόντος γ ἔτους τῆς εὐτυχεστάτης ταύτης βασιλείας χωρὶς πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μὴ, ἐκτείσειν σοι τοῦ ὑπερπεσόντος χρόνου τόκον δραχμιαῖον ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου, γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχοῦ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ ἐμοῦ ἐπιφέροντι, καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα.