Ancient Greek
P.Oxy. 14 1719
Documentary Papyri, P.Oxy. 14 1719
Not analysed yet
Ζωίλος καὶ Σωσία ἀμφότεροι Ζωίλου μητρὸς Αἰλίας Πριμιγενίης τῆς καὶ Πρεμεστίνης ἀμφότεροι Ἀντινοεῖς διʼ ἐμοῦ Ζωίλου Διδύμῳ Θέωνος θέσει Διδύμου ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ἀπέσχομεν παρὰ σοῦ τὰς ἐπιβαλλούσας ἡμῖν ὑπὲρ ἀργυρικοῦ φόρου ὧν γεωργεῖς ἡμῶν καὶ τοῦ ὁμοπατρίου ἀδελφοῦ Διονυσάμμωνος περὶ Σύρων κώμην σιτικῶν ἐδαφῶν δραχμὰς χιλίας ,μένοντος ἡμῖν τοῦ λόγου περί τε τοῦ ὀφειλομένου ἡμῖν πυροῦ ἐν θέματι καὶ χόρτου τῶν πάντων τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους. κυρία ἡ ἀποχὴ οὖσά μου ἰδιόγραφος τοῦ Ζωίλου. ἔτους δωδεκάτου τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου Καισάρων Σεβαστῶν Παχών λ.