Ancient Greek
P.Oxy. 14 1721 descr.
Documentary Papyri, P.Oxy. 14 1721
Not analysed yet
Πλατωνὶς ἡ καὶ Ὠφελία Ὡρίωνος μητρὸς Διογενίδος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ ὁμογνησίου ἀδελφοῦ Πλάτωνος Ἡρᾶτι Ἀπίωνος μητρὸς Ἡραΐδος ἀπὸ τῆς αὐτῆς πόλεως μετὰ κυρίου τοῦ ἀνδρὸς Ἡρώδου Ἀπολλωνίου τοῦ καὶ Διδύμου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἐπεὶ διʼ ἧς ἔθετο ὁ σοῦ μὲν κατὰ μητέρα πάππος, τοῦ δὲ μετηλλαχότος μου ἀνδρὸς Θέωνος τοῦ καὶ Ἑρμίου θέσει πατήρ, Ἑρμίας Ἑρμοῦ μητρὸς Ἡρακλείας ἀπὸ τῆς αὐτῆς πόλεως διὰ τοῦ ἐνθάδε ἀγορανομίου τῷ Φαρμοῦθι μηνὶ τοῦ ἐνεστῶτος ἑβδόμου καὶ εἰκοστοῦ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπὶ σφραγίδων διαθήκης, ἐφʼ ᾗ ἀμεταθέτῳ ἐτελεύτησεν, τῇ καὶ λυθείσῃ, κληρονόμους ἡμᾶς ἀμφοτέρας καταλείψας τῶν μεθʼ ἃς ποσας διέταξεν, ἠθέλησεν οὖν ἡμᾶς τοῖς ἀφήλιξι ἐμοῦ τε καὶ τοῦ προτεταγμένου μετηλλαχότος μου ἀνδρὸς υἱοῖς, τῷ μὲν μείζονι αὐτῶν Παυσίρει τῷ καὶ Ἑρμ… ἐξαίρετον ε…ρι…