Ancient Greek
P.Oxy. 14 1731
Documentary Papyri, P.Oxy. 14 1731
Not analysed yet
Ὀννώφριος κα εἰς κβ. ἦσαν προβληθεῖσαι ἀρτάβαι ε καὶ ἠνέχθησαν ἀρτάβαι κβ, γίνονται ἀρτάβαι κζ, ἐξ ὧν ἠρτοποιήθησαν ἀρτάβαι κβ, λοιπαὶ προβληθεῖσαι ἀρτάβαι ε. ἐγένετο κοπῆς ἀρταβῶν δ δραχμαὶ λβ, καὶ ἐπράθη λεπτὰ δραχμῶν β, κολλούρια καὶ ς δραχμῶν δ, Μινίφει ἄρτων δραχμῶν β, ἀφαιρέματος δραχμῶν κ, γίνονται λημμάτων δραχμαὶ ξ. ὧν ἀνηλωμάτων τιμῆς χόρτου δραχμαὶ η, θρύων ὁμοίως δραχμαὶ η, ἀχύρου δραχμὴ α πεντώβολον, ἐλαίου δραχμὴ α ὀβολὸς, ἁλὸς εἰς ἀρτυματοποιίαν δραχμὴ α ὀβολὸς, ἐνοικίου ὀβολοὶ 5, σκευῶν ὁμοίως ὀβολὸς, γίνονται ὀβολοὶ ϛ, φορέτρου ἀρταβῶν κβ δραχμαὶ ϛ, παρεργείταις δραχμαὶ …,ὑπὲρ μισθῶν τῶν προκειμένων …,ἐρίου …α ὀβολὸς, γίνονται ἀνηλωμάτων δραχμαὶ ρλβ ὀβολοὶ ϛ. ἀνθʼ ὧν ἐπάνω λημμάτων δραχμαὶ ξ, ὑπολείπονται δραχμαὶ οβ ὀβολοὶ ϛ.