Ancient Greek
P.Oxy. 14 1750
Documentary Papyri, P.Oxy. 14 1750
Not analysed yet
Αὐρήλιος Ἀπποῦς Ἀπολλοθέωνος Αὐρηλίῳ Παύλῳ χαίρειν. ἔσχον παρὰ σοῦ ὑπὲρ ὀνόματος Δημητρίας τῆς καὶ Κυριλλοῦτος καὶ ὑπὲρ Πλουτίωνος ἀδελφοῦ σου τὰ διασταλέντα ὑπὲρ ὀνόματος Ταποσίριος τῆς καὶ Ἀμαζονίου τὸ κατʼ αὐτῶν μέρος ὄνου καὶ ῥαβδούχου ἀποσταλέντος ἐπὶ τὴν Μεμφιτῶν πόλιν πλήρης. ἔτους ιε ἔτους γ ἔτους α ἔτους Χοίακ δ. Ἀπφοῦς σεσημείωμαι.