Ancient Greek
P.Oxy. 14 1753
Documentary Papyri, P.Oxy. 14 1753
Not analysed yet
…Λιμένιος Ἀθανασίῳ βοηθῷ χαίρειν. παρασχοῦ Βάσσῳ πραγματευτῇ ὑπὲρ τιμῆς ἐλαίου χρηστοῦ ξεστῶν ὀγδοήκοντα χρυσοῦ νομισμάτια δύο ,καὶ ὑπὲρ πίσσης ὑγρᾶς ἀγγίων ἓξ ἑκάστου ἐκ δηναρίων μυριάδων τ δηναρίων μυριάδας Αω, καὶ ὑπὲρ τιμῆς μέλιτος ξεστῶν εἴκοσι πέντε χρυσοῦ νομισμάτιον ἓν ,καὶ ὑπὲρ κρέως λιτρῶν γ 𐅵δηναρίων μυριάδας ρε, γίνονται ὁμοῦ νομισμάτια γ καὶ δηναρίων μυριάδες Αϡε μόνα. σεσημείωμαι …τ… ἔτους ξϛ λε Ἐπεὶφ ζ.