Ancient Greek
P.Oxy. 14 1766
Documentary Papyri, P.Oxy. 14 1766
Not analysed yet
Α …υλος Ὡρείωνι τῶι τιμιωτάτωι χαίρειν. ἐγὼ μὲν ἐχόμενος τῆς εἰς σὲ ἀεὶ στοργῆς πολλάκις σοι ἐπέστειλα, σὺ δὲ οὐδʼ ἅπαξ κατηξίωσάς με γραμμάτων. οὐ μόνον, ἀλλὰ καὶ τὰ διὰ Ἡρακλείδου καὶ Σακαννάρου πεμφθέντα ὡς μετέδωκάν μοι, οὐδὲ καὶ ὣς ἔσχον. εὖ οὖν ποιήσεις, ἄδελφε, ἐπιστείλας μοι περί τε τῆς σωτηρίας σου καὶ τῶν σῶν πάντων, καὶ ὧν ἕνεκα ἐνχρῇζεις, καὶ τίνα τρόπον διάγεις, καὶ περὶ τῆς πράξεως, ἵνʼ ἡσθῶ· ἡ γὰρ εὐπραγία σου κοινή ἐστιν εὐτυχία. ἀσπάζομαι τὸν πατέρα Ἰσχυρίωνα καὶ τὰ ἀβάσκαντα τεκνία καὶ τὴν ἀγαθήν σου ἀδελφὴν καὶ Θέωνα καὶ Πατερμούθιον καὶ τοὺς φίλους ἡμῶν κατʼ ὄνομα. ἐρρῶσθαι καὶ ὁλοκληρεῖν σε εὐδοξοῦντα καὶ εὐτυχοῦντα καὶ εὐπραγοῦντα θεοῖς πᾶσι εὔχομαι. Ὡρείωνι φίλῳ παρὰ Α… ύλου.