Ancient Greek
P.Oxy. 14 1771
Documentary Papyri, P.Oxy. 14 1771
Not analysed yet
Αὐρήλιος Σερῆνος Αὐρηλίῳ Ὡρίωνι τῶι τιμιωτάτωι χαίρειν. γενοῦ σὺν Ἀλεξάνδρῳ καὶ παράλαβε οἴνου παλαιὰ σπαθία ιη καὶ νέα ιβ, καὶ ἐκ τῶν παλαιῶν τὰ ἐπιγεγραμμένα Ταπέρω καὶ Ἐρήσεως ἔξοχα η παράστησον τῷ κυρίῳ μου Θέωνι, καὶ Λεωνίδῃ δ καὶ σαυτῷ β, καὶ τὰ λοιπὰ ἀσφάλισαι μετὰ καὶ τῶν ἄλλων σπαθίων β τοῦ Γαίου. μετὰ γὰρ τὸ ὁδεῦσαι ταῦτα ἐκώλυσαν τὸν καμηλίτην καὶ ἐμὲ μὴ ἆραι, ἀλλʼ ἔτι ἐπιμεῖναι τοῖς ἐνθάδε. Ἀλέξανδρος δὲ διηγήσεται τὸ πᾶν. Αὐρηλίῳ Ὡρίωνι μισθωτῆι παρὰ Αὐρηλίου Σερήνου.