Ancient Greek
P.Oxy. 14 1774
Documentary Papyri, P.Oxy. 14 1774
Not analysed yet
κυρίᾳ τῇ ἀδελφῇ Ἀτιενατείῃ Διδύμη καὶ αἱ ἀδελφαὶ ἐν κυρίῳ χαίρειν. προηγουμένως ἀναγκαῖον ἦν προσαγορεύειν σε εὐχόμεναι ὑγιαίνειν σε ἡμῖν. γράφε ἡμῖν, κυρία μου, περὶ τῆς ὑγιείας σου καὶ ὧν χρῄζεις ἐντολικῶν ἐξουσίαν ἔχουσα. εἰ ἐκομίσθης τὰ ἐντολικά σου δήλωσον ἡμῖν. ἐλοιπάσθη δὲ παρʼ ἡμῖν ἐκ τοῦ ἀργυρίου τῶν ἐντολικῶν σου ὡς νομίζω δηνάρια Ατ. Κανωπικά σοι λημφθέντα αὐτῶν ἀποστελοῦνται. προσαγόρευε τὴν κυρίαν ἀδελφὴν μακαρίαν Ἀσοῦν καὶ τὴν μητέρα αὐτῆς καὶ …θαντα τὸν …κυρίᾳ μου ἀδελφῇ Ἀτιενατείῃ Διδύμη σὺν ταῖς ἀδελφαῖς.