Ancient Greek
P.Oxy. 14 1776
Documentary Papyri, P.Oxy. 14 1776
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Δημητρίῳ Παῦλος. τοὺς ποταμίτας ἀπέστειλα ὅπως ποιήσῃς αὐτοὺς ἐργάσασθαι εἰς τὸν καινὸν λάκκον. θέλησον ὅσον χρῄζουσι ἔν τε σίτῳ ἢ ὄξει παρασχοῦ αὐτοῖς, καὶ τοὺς γεωργοὺς τῶν τριῶν μηχανῶν τοῦ Παψαὺ ἀπαίτησον τυρῶν κεράμια δύο καὶ παρασχοῦ αὐτοῖς. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριέ μου ἄδελφε. …