Ancient Greek
P.Oxy. 16 1830
Documentary Papyri, P.Oxy. 16 1830
Not analysed yet
τῷ εὐδοκιμωτάτῳ Κάλῳ χαρτουλαρίῳ τοῦ ἐνδόξου οἴκου. εὐαγγελίζομαι καὶ νῦν τῇ ὑμετέρᾳ εὐδοκιμήσει τὸν εὐλογημένον γόνιμον τῆς Αἰγύπτου ποταμὸν προσβεβηκέναι τῇ δυνάμει τοῦ Χριστοῦ. ἀπὸ ε τοῦ Μεσορὴ μηνὸς ἕως ζ τοῦ αὐτοῦ ἀνέβη δακτύλους ιβ, ὡς εἶναι νέου ὕδατος πήχεις β δακτύλους κ. προσετέθη καὶ τῷδε τῷ ἡμίσει πήχει ἀπὸ τοῦ ἐν ἐνθέματι δάκτυλοι ιϛ, γίνονται πήχεις ε, ὄντων ἐν ἐνθέματι πηχῶν γ δακτύλων ιβ, ὁμοῦ σὺν τοῖς ἐν ἐνθέματι πήχεις η δάκτυλοι ιβ. πέρυσι δὲ ταῖς αὐταῖς ἡμέραις ἀνέβη δάκτυλοι λϛ, ὡς εἶναι νέου ὕδατος πήχεις ε δάκτυλοι ζ, ὄντων ἐν ἐνθέματι πηχῶν ε δακτύλων ι, ὁμοῦ σὺν τοῖς ἐν ἐνθέματι πήχεις ι δάκτυλοι ιζ. καὶ ἵνʼ εἰδέναι ἔχοι, ἐν τῇ ὑμετέρᾳ εὐδοκιμήσει ἀναφέρω τὰ πάντα. ἐρρῶσθαι ἐν κυρίῳ. οὕτως τὸ καθʼ ἡμέραν· ε ἀνέβη δακτύλους δ, ϛ ἀνέβη δακτύλους δ, ζ ἀνέβη δακτύλους δ, ὁμοῦ δακτύλους ιβ. …ε…ε… τῷ εὐδοκιμωτάτῳ Κάλῳ χαρτουλαρίῳ τοῦ ἐνδόξου οἴκου πιττάκιον τῶν πραγματευτῶν Τακόνα ἕνεκα του ὕδατος α ἰνδικτίονος.