Ancient Greek
P.Oxy. 16 1837
Documentary Papyri, P.Oxy. 16 1837
Not analysed yet
οὐδεὶς θέλων ἐγκαλέσαι ἢ μέμψασθαί τινων ἐν προοιμίοις τῆς ἐπιστολῆς γράφει ἵνα μὴ ὁ ἀναγινώσκων σιανθῇ καὶ μὴ ἀναγνώσῃ τὴν ἐπιστολήν, ὑμεῖς δὲ τάξιν διαλαλίας τὸ προοίμιον ἐγράψατε. πάντα δὲ τὰ κελευσθέντα ἡμῖν ποιοῦμεν. εἰσὶν δὲ τὰ κεράτια τοῦ κυρίου Μηνᾶ ϙζ 𐅷. καὶ περὶ ῥαφανελαίου χρείαν ἔχω δύο ἥμισυ ἀγγείων. περὶ δὲ τῆς …υ τῆς Μακαρίας καὶ ἐκ τῶν ἐνταῦθα εἶπον ὑμῖν ὅ τι Πραλῆ… τις ὁ σινγουλάριός φησιν. ἀνεστάτησεν αὐτὴν καὶ ἔχει αὐτὴν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ οὐ συγχωρεῖ αὐτὴν ἐλθεῖν πρὸς ἐμὲ λέγων ὅτι ἐλευθέρα ἐστίν, ἀλλὰ …κ…ν εἰπεῖν τῷ σοφωτάτῳ σχολαστικῷ Ἀγριππακῷ, ὑποβάλλει τῷ μεγαλοπρεπεστάτῳ αὐτὸς ἀσφαλ…ε… αὐτὴν ἵνα τελείως ἀσχημονήσῃ …ὡς θέλεις καὶ ὡς οἶδες ποίησον, μέντοι μετὰ σπουδῆς. πέμπω γὰρ αὐτὴν εἰς ἀπόκρισιν. πέμπει καὶ ὑπηρέτην πρὸς τό, φησίν, μὴ ἕτερα ἀσθενεῖν αὐτήν. εἰ δὲ κελεύεις, καὶ τῷ κυρίῳ Ἀφουᾷ τῷ βοηθῷ τῶν κομμέντων γράψον περὶ τούτου. ὁ πρότερον προσκυνηθεὶς παρʼ ἐμοῦ προσκύνει τὸν κύριον Ἰωάννην καὶ Γεώργιν τὸν ἐξκέπτορα καὶ τὸν κύριον Ἀνοῦπ. εἶπον δὲ τῷ ἀδελφῷ τοῦ κυρίου Ἀνοῦπ ὅτι σὺν θεῷ ὑγιαίνετε. μικρὰ ἐρεβίνθια ἀπόστειλον,, τὸν δὲ Μηνᾶν τὸν φλαγο ἐξ ἐμοῦ προσκύνει καὶ εἰπὲ αὐτῷ ἀποστεῖλαί μοι τὰ προμάξια. ἡ δούλη ὑμῶν προσκυνεῖ ὑμᾶς. ὁ θεὸς ἀξιώσει ἡμᾶς προσκυνεῖν ἐν ὑγείᾳ. δεπότῃ …πάντα λαμπροτάτῳ πάσης …