Ancient Greek
P.Oxy. 16 1851
Documentary Papyri, P.Oxy. 16 1851
Not analysed yet
ἐπειδὴ ἔπεμψα εἰς ἀπόκρισιν ἐκεῖσε Γεώργιον τὸν καθοσιωμένον, καταξιώσῃ ἡ σὴ γνησία λαμπρότης εἰς τὸ κελλάριν εἰσελθεῖν καὶ ἐκ τοῦ Μαγαρικοῦ τοῦ Ῥοδίου γεμίσαι ἓν κεράμιν καὶ σφραγίσαι ἀσφαλῶς μετὰ γυψίου καὶ πέμψαι μοι διὰ τοῦ αὐτοῦ καθοσιωμένου νεωτέρου. ἀλλὰ πάντως τοῦτο πέμψον μοι εὐθέως. δεσπότῃ τὰ πάντα λαμπροτάτῳ πάσης τιμῆς ἀξίῳ γνησίῳ ἀδελφῷ Θεοδώρῳ μειζοτέρῳ Βίκτωρ σὺν θεῷ ἀντιγεοῦχος.