Ancient Greek
P.Oxy. 16 1853
Documentary Papyri, P.Oxy. 16 1853
Not analysed yet
εὑρίσκω ὅτι μετὰ μυρίων κύκλων οἱ ἀπὸ Πινύρεως ἔχουσι φυλακὴν διὰ τοὺς ἀπὸ Θμοινεψώβθεως καὶ τοὺς παραφύλακας αὐτῶν. ἔβαλον γὰρ εἰς κώμην εἰς τὴν ξενίαν καὶ ἔκλεψαν τὸ ζύγιν τοῦ προνοητοῦ αὐτῶν ἔχον κάτω καὶ τριάκοντα νομίσματα· καὶ ἰδοὺ αὐτὸν τὸν βοηθὸν ἔπεμψα αὐτῇ μετὰ καὶ νεωτέρου λεγομένου Ἀλεξάνδρου ἵνα παρενέγκῃ αὐτοὺς κατὰ Κεφαλᾶ καὶ ἐπισφραγίσωσιν τὸν προνοητήν. ἔπεμψεν γὰρ καὶ ὁ δεσποτικός τινα τὸν ὀφείλοντα παρενέγκαι τοὺς μείζονας Θμοινεψώβθεως ἕως οὗ ζητηθῇ τὸ ὅλον τὸ πρᾶγμα. καὶ ἐὰν ἔχει πέμψαι ἐκεῖσε τὸν τριβοῦνον ἢ τὸν μειζότερον ἢ διʼ ἑαυτοῦ παραμένητε, οὐκ ἐνδέχεται μὴ εὑρεθῆναι τὸ χρυσίον. δεσπότῃ ἐμῷ τὰ πάντα λαμπροτάτῳ πάσης τιμῆς ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ χαρτουλαρίῳ καὶ διοικητῇ Βίκτωρ ἰλλούστριος σὺν θεῷ ἀντιγεοῦχος