Ancient Greek
P.Oxy. 16 1861
Documentary Papyri, P.Oxy. 16 1861
Not analysed yet
καὶ νῦν τὴν εὐκαιρίαν τοῦ γραμματηφόρου σταβλίτου εὑρὼν ἀναγκαῖον ἡγησάμην καὶ γράψαι, τοὺς τιμίους πόδας τῆς ὑμετέρας ἐνδόξου μετὰ θεὸν προστασίας ἀσπαζόμενος, παρακαλῶν αὐτὴν γράφειν μοι τὰ περὶ τῆς σὺν θεῷ εὐκαιροτάτης αὐτῆς ὑγιείας, ἐπειδή, ὡς οἶδεν ὁ θεός, ἐν πολλῇ φροντίδι εἰμὶ ἐγνωκὼς ὅτι ἐπὶ τὴν Κόμα καὶ ἐπὶ ἄλλον τόπον ἐξῆλθεν. εἰκοσιοκτὼ δὲ δέματα ἐλαιοσπαράγων πρὸς τὸν καιρὸν ἔπεμψα εἰς λόγον τῆς εὐλογημένης ταύτης τραπέζης, καὶ παρακαλῶ αὐτὴν ἀντιγράψαι μοι περὶ τῆς τούτων ἀποδόσεως. καθὼς δὲ καὶ ἐν ἑτέροις γράμμασιν γεγράφηκα αὐτῇ δύο Κρομμυδιῶται ἤνεγκαν ἵππον εἰς τὴν Κυνῶν καὶ ἔστιν παρὰ Θεοδώρῳ τῷ μειζοτέρῳ τῷ ἐκεῖ διὰ τὸ μὴ δύνασθαι τέως τοῦτον ἐνεχθῆναι ἐνταῦθα. δεσπότῃ ἐμῷ τὰ πάντα τιμῆς ἀξίῳ γνησίῳ μετὰ θεὸν ε… ἀδελφῷ Σαρμάτῃ ἀντιγεούχῳ Νεῖλος ὑμέτερος δοῦλος.