Ancient Greek
P.Oxy. 16 1866
Documentary Papyri, P.Oxy. 16 1866
Not analysed yet
γνῶναι τὴν ὑμετέραν ἀγαθὴν δεσποτείαν ὅτι κατὰ τὴν σήμερον ἡμέραν ἐδόθης ἐν τῇ εἰρήνῃ μετὰ τῶν ἀπὸ Κόσμου. εὑρὼν γὰρ τοὺς ἀπὸ Ἰσίου Κάτω καὶ τοὺς ἀπὸ Φεβίχεως εἰς τὸ μέσον ἡμῶν καὶ μετʼ αὐτῶν, ἔδοξα γάρ, αὔριον ζητοῦμεν τὴν βλάβην, τὰ λημφθέντα παρʼ αὐτῶν ζητοῦμεν. παρακαλῶ οὖν τὴν ὑμετέραν δεσποτείαν, πέμψον τὸν ἀρχισύμμαχον τῆς Μεσκανούνεως καὶ συνάξαι τὰ σκεύη αὐτῶν καὶ παρασχεῖν αὐτοῖς, ἵνα καὶ ἐμοὶ λαβεῖν τὰ τῆς κώμης ἡμῶν τὰ λημφθέντα παρʼ αὐτῶν, δέσποτα. ἰδίῳ μου θαυμασιωτάτῳ δεσπότῃ Δ…υ Μακάριος μείζων Σπανίας ὑμέτερος δοῦλος.