Ancient Greek
P.Oxy. 16 1877
Documentary Papyri, P.Oxy. 16 1877
Not analysed yet
…us d…Idus Septembres …ru… …Collutho a…ex officio. ἐπιδέδωκε Παμούθιος ὁ βοηθὸς τῶν κομμέντων …βιβλίον τῇ ὑμετέρᾳ ἐξουσίᾳ ὅπερ ἔχω μετὰ χεῖρας καὶ ἀναγιγνώσκω, εἰ προστάξει σου τὸ μέγεθος. ……Apio Theodosius Iohannes vir spectabilis comes sacri consistorii et praeses provinciae Arcadiae dixit. ἀνάγνωθι. …et recitavit. πρὸς τὴν ὑμετέραν ἐξουσίαν παρὰ Παμουθίου βοηθοῦ κομμέντων. οἱ ἑξῆς ὑποτεταγμένοι ὁρμώμενοι ἀπὸ …ὑπεύθυνοί μοι καθεστήκασιν κατὰ διαφόρους τρόπους, καὶ οὗτοι πολλάκις παρʼ ἐμοῦ ὑπομνησθέντες …εὐγνωμοσύνην πρὸς ἐμὲ θέσθαι οὐκ ἠνέσχοντο τοῦ συνχωρεῖν. παρακαλῶ τὴν ὑμετέραν μεγαλοπρέπειαν προστάξαι ……συνελαύνεσθαι πρὸς εὐγνωμοσύνην, καὶ ἐγὼ τούτου τυχὼν χάριτας ὁμολογήσω τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ ……,μεγαλοπρεπέστατε κόμες καὶ ἡγεμὼν κύριε. εἰσὶν δὲ Φὶβ καὶ Λισαβὲτ ……Φοιβάμμων πρεσβύτερος καὶ Κόλλουθος. Παμούθιος βοηθὸς κομμέντων ἐπιδέδωκα ……Apio Theodosius Iohannes vir spectabilis comes sacri consistorii et praeses provinciae Arcadiae dixit …ο… ο… ἡ τάξις ὑπομνήσει ἢ πρὸ δίκης τὰς τοῦ χρησαμένου τῇ διδασκαλίᾳ …ἢ ἀντιλέγοντας δικάσασθαι βιβλίον ἐπιστελλομένους. edantur. διφθέρα τῶν ῥιπαρίων τῆς Ὀξυρυγχιτῶν.