Ancient Greek
P.Oxy. 16 1880
Documentary Papyri, P.Oxy. 16 1880
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ ιβ καὶ Οὐαλεντινιανοῦ τὸ β τῶν αἰωνίων Αὐγούστων Φαμενὼθ α. τῇ τάξει τοῦ πρίγκιπος τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου ἄρχοντος τῆς χώρας Φλαουίου Δημητριανοῦ Μαξίμου, ἑπομένου Παύλου σιγγουλαρίου, Αὐρήλιος Κῦρος υἱὸς Λεωντίου πραγματευτὴς ἀπὸ τῆς μεγαλοπόλεως Ἀλεξανδρίας τανῦν χρηματιζόμενος ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει. προσελθὼν τῇ αὐτῇ ἐξουσίᾳ διὰ λιβέλλου δόσεως ἤτοι ἐντυχίας ᾐτιασάμην Νηστώριον υἱὸν Νηστωρίου καὶ αὐτὸν Ἀλεξανδρέα πραγματευτὴν περὶ χρέους καὶ παρασταθέντα καὶ τὸ ἱκανόν μοι πεποιηκότα κατὰ τοῦτο ἐντεῦθεν οὐδένα λόγον ἔχω πρὸς αὐτὸν οὔτε ἐνκαλῶ οὔτε ἐνκαλέσω ταύτης ἕνεκεν τῆς προφάσεως διʼ ἧς ὁμολογῶ ἐπομνύμενος θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ τῶν αἰωνίων Αὐγούστων ἐμμενεῖν με πᾶσι τοῖς ἐνγεγραμμένοις καὶ κατὰ μηδὲν παραβῆναι, καὶ πρὸς ἀσφάλειαν ταύτην πεποίημαι τὴν διάλυσιν ἁπλῆν γραφεῖσαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κύρος Λεοντίου …πεποίημαι τὴν διάλυσιν καὶ ὤμοσα τὸν θεῖον ὅρκον καὶ ποιήσομαι ὡς πρόκειται. …διάλυσις Κύρου πραγματευτοῦ Ἀλεξάνδρεως πρὸς Νηστώριον.