Ancient Greek
P.Oxy. 16 1886
Documentary Papyri, P.Oxy. 16 1886
Not analysed yet
Φλαουίῳ Ἀπίωνι τῷ ἐλλογιμωτάτῳ ἐκδίκῳ τῆς Ὀξυρυγχιτῶν παρὰ Ἰωσὴφ ἀπὸ τῆς αὐτῆς. Ἀναστάσιος ὁ δημόσιος ζυγοστάτης περιὼν ὑπεδέξατο παρʼ ἐμοῦ φανερὸν χρυσίον ἐπὶ τῷ τα…ι…, καὶ τοῦτο παραδοὺς ἐδεξάμην τὴν αὐτοῦ σφραγῖδα, καὶ μεθʼ ὁλκῆς ταύτην λύσας ὁ προειρημένος ζυγοστάτης παραπέφανκεν κεράτια πεντήκοντα δύο ,ὡς καὶ μαρτυροῦσιν ὁ τούτου υἱὸς καὶ μίσθιος περὶ τούτου. καὶ ὑπομνησθεὶς παρʼ ἐμοῦ ἐπηγγείλατο ταῦτα καταβαλεῖν, καὶ ἄφνω τέλει τοῦ βίου ἐχρήσατο πρὸ τῆς τούτων καταβολῆς. τοῦτον οὖν ἐπιδιδοὺς τὸν λίβελλον τῇ σῇ παιδεύσει παρακαλῶ ἀνάγκην ἐκδεχόμενος, λέγω δὴ τὸν τούτου υἱὸν …κελεῦσαι ἐν τῷ ἀσφαλεῖ καταστῆσαι μέχρι ἂν τὴν ἀποκατάστασιν μοι θέλῃ ποιήσασθαι τῶν αὐτῶν πεντήκοντα δύο κερατίων, λογιώτατε ἔκδικε κύριε. …Αὐρήλιος Ἰωσὴφ ἐπιδέδωκα. μετὰ τὴν ὑπατείαν Φλαουίου …ε…η…