Ancient Greek
P.Oxy. 16 1899
Documentary Papyri, P.Oxy. 16 1899
Not analysed yet
τοῖς μετὰ τὴν ὑπατείαν τοῦ τῆς θείας λήξεως Νέου Λέοντος τὸ α Παχὼν ιγ. Φλαουίῳ Ἀλεξάνδρῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξοτάτῳ στρατηγῷ διὰ σοῦ Φλαουίου Ἰωσὴφ λαμπροτάτου διοικητοῦ πραγμάτων τοῦ αὐτοῦ ἐνδοξοτάτου ἀνδρὸς διακειμένων κατὰ τὴν Ὀξυρυγχιτῶν Αὐρήλιος Συμφωνίας υἱὸς Ἀβρααμίου ἀπὸ ἐποικίου Πιάα τοῦ αὐτοῦ ἐνδοξοτάτου ἀνδρὸς τοῦ αὐτοῦ νομοῦ. χρείας καὶ νῦν γενομένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν τοῦ κτήματος καλουμένην ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμον γῆν κυκλάδος μιᾶς ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα ὥστε ταύτην μοι παρασχεθῆναι, καὶ εὐθέως ἡ ὑμῶν λαμπρότης τὴν αὐτὴν κυκλάδα καινὴν ἐπιτηδείαν ἀντλητικὴν παρέσχετό μοι διὰ Φοιβάμμωνος τοῦ τέκτονος, ἥντινα ὑποδεξάμενος ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν Παχὼν τρεισκαιδεκάτη γεωργίας τῆς πεντεκαιδεκάτης ἰνδικτίονος ὁμολογῶ τὰς ἀντλήσεις καὶ ὑδροπαροχίας πληρῶσαι ἀμέμπτως καὶ τοὺς φόρους εὐγνωμονεῖν καὶ ὑπακούειν εἰς πάντα τὰ ἀνήκοντα. κυρία ἡ χειρογραφία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Συμφωνίας Ἀβρααμίου ὁ προκείμενος πεποίημαι τήνδε τὴν χειρογραφίαν καὶ συμφωνεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Παπνούθις Ἰωάννου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος. di emu Phem… χειρογραφία Συμφωνία υἱοῦ Ἀβρααμίου ἀπὸ Πιάα ὑποδοχῆς κυκλάδος μιᾶς.