Ancient Greek
1911.7.169 to 1911.8.192
Documentary Papyri, P.Oxy. 16 1911.7.169-1911.8.192
Not analysed yet
ὑπὲρ τιμῆς ἄξονος α ἀγορασθέντος καὶ δοθέντος εἰς τὴν μηχανὴν καλουμένην Βασιλικὴν ἐν κτήματι Ἀπελλῆ ὑπὸ Φὶβ υἱὸν Ἀνδρέου ἀπὸ τοῦ αὐτοῦ κτήματος ἐπὶ μηνὸς Φαμενὼθ ιβ ἰνδικτίονος ε ὑδροπαροχίας ϛ ὑπηρετουμένου ἐπὶ ἑπταέτη χρόνον νόμισμα α παρὰ ε. ὑπὲρ τιμῆς ἄξονος α ἀγορασθέντος εἰς χρείαν τῆς μηχανῆς καλουμένης τοῦ κτήματος ὑπὸ Πέτρον υἱὸν Σουροῦτος ἀπὸ Ἀπελλῆ ἐπὶ τῆς ε ἰνδικτίονος ὑδροπαροχίας ϛ ὑπηρετουμένου ἐπὶ ἑπταέτη χρόνον Ἁθὺρ β ἰνδικτίονος ε νόμισμα α παρὰ ε. ὑπὲρ τιμῆς καινῶν καλάμων δεσμῶν ρ ἀγορασθεισῶν εἰς χρείαν τῶν νεοφύτων χωρίων τῆς ἀρούρης α δ τοῦ κτήματος Κοτυλεείου, τῆς ἀρούρης δ τοῦ κτήματος Ταρουσέβ, ἐπὶ τῆς ε ἰνδικτίονος καλαμουργίας ϛ Μεχεὶρ ιϛ ἰνδικτίονος ε νομίσματα β παρὰ θ. ὑπὲρ τιμῆς χορτοσπέρμου ἀγορασθέντος ἐν Ἄρεως τῇ κώμῃ διὰ Ὀννωφρίου καὶ Ἰωάννου χορτοπαραλημπτῶν εἰς χρείαν τῆς γεουχικῆς αὐτουργίας Πὰθ Ταμβέμου καὶ Νοτινῆς Παρορίου ἐπὶ τῆς ε ἰνδικτίονος κατασπορᾶς ϛ νομίσματα ϛ παρὰ κδ. Σουροῦτι κεραμεῖ ἀπὸ Ἁρποκρᾶ ὑπὲρ μισθοῦ πλάσεως δοθέντων τοῖς ἀμπελουργοῖς ἐποικίου Κοτυλεείου καὶ Ταρουσὲβτ πρὸς καταγγισμὸν οἴνου ῥύσεως ε ἰνδικτίονος τῶν κούφων γίνονται ἀρτάβαι πη νομίσματα λβ 𐅵παρὰ ϙη 𐅵δ. ἀπὸ καινοκούφων Αχμγ …θ …δ ἐδόθη τοῖς αὐτοῖς ἀμπελουργοῖς β κτημάτων διὰ τῶν κεραμέων Ταρουθίνου κοῦφα Ασ, λοιπὰ τὰ δοθέντα αὐτοῖς παρὰ τῶν κεραμέων Ἁρποκρᾶ κοῦφα υμγ, τῶν κούφων ρα 𐅵χοίνικες ζ, ἀρτάβαι κβ 𐅵χοίνικες ζ. ὑπὲρ τιμῆς πίσσης ἀγορασθείσης καὶ δοθείσης Σουροῦτι κεραμεῖ ἀπὸ Ἁρποκρᾶ πρὸς πισσοκοπίαν καινοκούφων υμγ δοθέντων τοῖς ἀμπελουργοῖς ἐποικίου Κοτυλεείου καὶ Ταρουσὲβ πρὸς καταγγισμὸν οἴνου ῥύσεως ε ἰνδικτίονος, τῶν κούφων σν πίσσης κεντηναρίου α ἐκ λιτρῶν ρ, κεντηνάριον α 𐅵δ μη εἰς λίτρας ροζ, τῶν λιτρῶν ρϙϛ νόμισμα α παρὰ δ, νομίσματος 𐅵γ ιβ μη παρὰ δ 𐅵. ὑπὲρ κούφων Ασ ἀγορασθέντων παρὰ τῶν κεραμέων Ταρουθίνου καὶ δοθέντων τοῖς ἀμπελουργοῖς Κοτυλεείου καὶ Ταρουσὲβ πρὸς καταγγισμὸν οἴνου ῥύσεως ε ἰνδικτίονος, τῶν κούφων υ νόμισμα α παρὰ δ, νομίσματα γ παρὰ ιγ 𐅵.