Ancient Greek
1911.9.212 to 1911.9.218
Documentary Papyri, P.Oxy. 16 1911.9.212-218
Not analysed yet
ὧν κατεβλήθη ἐπὶ τὸν λαμπρότατον Ἀναστάσιον τραπεζίτην ἐν διαφόροις καταβολαῖς οὕτως· ἐπὶ μηνὸς Τῦβι η ἰνδικτίονος ε σὺν ῥοπῇ νομίσματα ροθ παρὰ ϡιθ, μηνὸς Φαρμοῦθι ιβ ἰνδικτίονος ε σὺν ῥοπῇ νομίσματα σα παρὰ Αγ 𐅵,μηνὸς Μεσορὴ κ ἰνδικτίονος ε σὺν ῥοπῇ νομίσματα ξα παρὰ τια 𐅵,μηνὸς Φαῶφι ιγ ἰνδικτίονος ϛ ὑπὲρ ε σὺν ῥοπῇ νομίσματα ρμβ παρὰ ψν, μηνὸς Φαῶφι ιδ ἰνδικτίονος ϛ ὑπὲρ ε σὺν ῥοπῇ νομίσματα θ παρὰ μϛ, ὁμοίως Φαῶφι ιδ ἰνδικτίονος ϛ ὑπὲρ ε σὺν ροπῇ νομίσματα μδ παρὰ σϛ 𐅵. γίνονται τὰ καταβληθέντα ἐπὶ τὸν λαμπρότατον Ἀναστάσιον τραπεζίτην ἀκολούθως ἐνταγίοις οὖσι παρὰ τῷ προνοητῇ χρυσοῦ ἰδιωτικῷ ζυγῷ σὺν ῥοπῇ νομίσματα χλη παρὰ Γσλζ εἰς νομίσματα ρλδ 𐅵γ κδ, τὰ καθαρὰ νομίσματα φγ η. πλήρης ὁ λόγος. λοιπὰ ὑπὲρ σπερμοβολίας ἀπὸ γενήματος ε ἰνδικτίονος εἰς κατασπορὰν ϛ σίτου ῥυπαροῦ καγκέλλῳ ἀρτάβαι μβ χοίνικες γ.