Ancient Greek
P.Oxy. 16 1915
Documentary Papyri, P.Oxy. 16 1915
Not analysed yet
…ἀπὸ τοῦ κτήματος Πεμπὼ τοῦ θειοτάτου οἴκου δι… τ…ρ… τῷ ὑπερφυεστάτῳ ὑπάτῳ ὀρδιναρίῳ Ἀπίωνι …λημματ ὡς περιέχει τὸ ἀπαιτήσιμον τοῦ ἐνδόξου οἴκου· ἀκολούθως οὖν τοῖς ἐν τῷ αὐτῷ ἀπαιτησίμῳ τοῦ ἐνδόξου οἴκου σπορίμη γῆ ἀρουρῶν ξα 𐅵ἄμπελος ἀρουρῶν δ …δημοσίῳ νομίσματα νζ 𐅵,ἐξ ὧν φέρεται εἰς ἀναλώματα ἐξ ἀρχαιωθέντος καὶ ἀμνημονεύτου χρόνου δημοσίῳ νομίσματα β 𐅵μη, λοιπὰ δημοσίῳ νομίσματα νδ 𐅵γ η μη, καὶ ὑπὲρ ἀποτάκτου χωρίου τῶν ἀρουρῶν δ τῆς ἀμπέλου δημοσίῳ νομίσματα ιβ, …ὑπὲρ ἐνχόρτου ἀμπέλου καθὼς περιέχει τὸ ἀπαιτήσιμον ἐξ ἀρχαιωθέντος νομίσματα β, λοιπὰ δημοσίῳ νομίσματα ι, γίνεται δημοσίῳ νομίσματα ξδ 𐅵γ η μη, τὰ ἰδιωτικῷ σὺν ῥοπῇ νομίσματα ο 𐅵γ κδ μη καὶ διὰ τῶν ἀπὸ Μεγάλου Χωρίου ἐξ ἀρχαιωθέντος ἰδιωτικῷ σὺν ῥοπῇ νομίσματα δ, γίνεται ἰδιωτικῷ σὺν ῥοπῇ οδ 𐅵γ κδ μη. ὧν εἰσοδιάσθη εἰς τὴν ὑποδοχὴν τοῦ προνοητοῦ Μεσκανούνεως διὰ τῶν ἑξῆς ἐγγεγραμμένων οὕτως· διὰ Ἰσὰκ Φαριτᾶ ἀπὸ Μεσκανούνεως ἐξ ἀρχαιωθέντος ὑπὲρ ἀρούρης α 𐅵δημοσίῳ νόμισμα α 𐅵καὶ διὰ Βίκτορος ἀπὸ Κινέας νόμισμα α, δίδοται τῷ προνοητῇ Μεγάλου Χωρίου ἐξ ἀρχαιωθέντος διὰ τῶν ἀπὸ Μεγάλου Χωρίου ὑπὲρ ἀρουρῶν δ ιϛ φόρου ὑπὲρ ἀρουρῶν γ δημοσίῳ νομίσματα γ, τὰ ἰδιωτικῷ νομίσματα γ δ μη καὶ ὑπὲρ ἄλλων ἀρουρῶν δ ἰδιωτικῷ νομίσματα δ, γίνονται ἄρουραι ζ ἰδιωτικῷ νομίσματα ζ δ μη, λοιπαὶ ἄρουραι νδ 𐅵καὶ ἀμπέλου ἄρουραι δ. ὧν καὶ ἕως ἀπέλυσαν τὰς ἀρούρας οἱ ἀπὸ Πεμπὼ σπειρομένας παρʼ αὐτῶν ἐξ ἀρχαιωθέντος καὶ ἀμνημονεύτου χρόνου ἐπὶ τῆς δ ἰνδικτίονος ἔτους σλβ καὶ σα ἀρούρας κ, οὕτως καὶ ἠναγκάσθημεν ταύτας ῥῖψαι τοῖς ἑξῆς γεωργοῖς τοῦ ἐνδόξου οἴκου οὕτως· τοῖς ἀπὸ Μεσκανούνεως ἀρούρας ιβ 𐅵δημοσίῳ νομίσματα ιβ 𐅵,τοῖς ἀπὸ Κινέας ἀρούρας ε δημοσίῳ νομίσματα ε, τοῖς ἀπὸ …ἀρούρας β 𐅵δημοσίῳ νομίσματα β 𐅵,γίνονται αἱ προκείμεναι ἄρουραι β εἰς δημοσίῳ νομίσματα β, εἰς δημοσίῳ νομίσματα κ, τὰ ἰδιωτικῷ σὺν ῥοπῇ νομίσματα κα 𐅷η μη ϙϛ, λοιπαὶ ἄρουραι λδ 𐅵καὶ ἀμπέλου ο… ἄρουραι δ, γίνονται ἄρουραι λη 𐅵φόρου δημοσίῳ νομίσματα μβ η μη εἰς ἀρίθμια νομίσματα νϛ, τοῦ νομίσματος α ὑπὲρ μὲν τοῦ γεούχου κεράτια 𐅵η καὶ ὑπὲρ τοῦ προνοητοῦ κεράτια 𐅵δ η, γίνονται ὑπὲρ ἑκάστου νομίσματος κεράτιον α 𐅵,κεράτια πδ εἰς νομίσματα γ 𐅵,γίνεται δημοσίῳ νομίσματα με 𐅵η μη εἰς ἰδιωτικῷ νομίσματα μθ 𐅵γ. αἰτοῦσιν δὲ οἱ ἀπὸ Πεμπὼ δοῦναι ὑπὲρ ἐκάστης ἀρούρης τῶν ἀρουρῶν λδ 𐅵καὶ δ ἰδιωτικῷ νόμισμα α, γίνονται ἀμπέλου ἄρουραι δ, γίνονται ἄρουραι λη 𐅵ἰδιωτικῷ νομίσματα λη 𐅵ἐκτὸς ῥοπῆς τοῦ γεούχου καὶ προνοητοῦ.