Ancient Greek
1917.r.85 to 1917.v.122
Documentary Papyri, P.Oxy. 16 1917.r.85-1917.v.122
Not analysed yet
Παμούθις Τα…ας σίτου ἀρτάβαι λ δ νομίσματα β δ τριακοστόν γίνονται σίτου ἀρτάβαι φπη 𐅵γ νομίσματα ν γ ιβ ε Ἀσώεις Παύλου σίτου ἀρτάβαι θ ιβ νομίσματος 𐅷ἑξηκοστὸν Ὀννώφρις Πκαλοβὸς σίτου ἀρτάβαι ϛ ϛ κδ νομίσματος γ δέκατον τριακοστόν δικαίου ἀντικαταλλαγῆς Παμουθίου στρατιώτου ἀπὸ Παλώσεως ἀπὸ β. Ἀοῦπ ἀπὸ ἐποικίου Σαλωνίου σίτου ἀρτάβαι πε 𐅵νομίσματα β, διὰ τῶν πρωτοκομητῶν Ψελεμάχεως σίτου ἀρτάβαι ρλβ 𐅵δέκατον, δικαίου Παύλου ἀπὸ φροντίδος Ψελεμάχεως διὰ τῶν πρωτοκομητῶν σίτου ἀρτάβαι ιη. προσόδων ὁμοίως. φόρου ἀρτοκοπίου Σάσου Κάτω σίτου ἀρτάβαι ρ, ἐνοικίου ἐποικίου σίτου ἀρτάβαι σ, ἀνθʼ οὗ ἀρτάβαι τ, εἰς σίτου καγκέλλῳ ἀρτάβαι υ, φόρου πωμαρίου Σάσου Κάτω διὰ Ἀνοῦπ χωλοῦ νομίσματα β, φόρου ἐλαιουργείου Ψελεμάχεως ὑπὲρ ἐλαίου ξεστῶν ξ καὶ σμημάτων ξ εἰς νομίσματα γ, ἐνοικίου κουφοκεραμίων β νομίσματα δ, ἀποτάκτου πλοίων διὰ τῶν ἀπὸ ἐποικίου Σάσου Κάτω νομίσματα η 𐅵,οὕτως· Ἀνοῦπ Ἁρεώτου νόμισμα α, Φοιβάμμων Πραοῦτος νόμισμα α, Φοιβάμμων ἀπὸ Θέλλα νόμισμα α, Φοιβάμμων Τακία νομίσματα β, Παῦλος Πκαμῆ νόμισμα α, Φιλαμαν…ω νόμισμα α, Ἠλείας Ὧρου νόμισμα α, Βίκτωρ Ὧρου νομίσματος 𐅵,γίνεται τὰ προκείμενα. ϛ φόρου πορθμείου διὰ τῶν ἀπὸ τοῦ ἐποικίου νομίσματα ζ, διὰ τῶν πρωτοκωμητῶν Τααμώρου ὑπὲρ τῆς ἀνορυχθείσης διώρυγος ἐξ ἀπηλιώτου Ψελεμάχεως νομίσματα δ, Ἰσὰκ Φαριτᾶ ἀπὸ Τααμώρου νομίσματα η 𐅵,διὰ τῶν ἀπὸ Ψελεμάχεως νόμισμα α καὶ ὑπὲρ τιμῆς δέλφακος νόμισμα α δέρματα γ, γίνεται νομίσματα β δέρματα γ, Φοιβάμμων πρεσβύτερος ἀπὸ ἐποικίου Σάσου Κάτω ὑπὲρ φόρου μικρῆς κηπολαχανίας ἐσαῦθις τοῦ ἐποικίου νόμισμα α 𐅵,γίνονται σίτου ἀρτάβαι σνα γ ιβ, φόρου ἀρτοκοπίου ἀρτάβαι ρ, γίνονται σίτου ἀρτάβαι τνα γ ιβ καὶ καγκέλλῳ ἀρτάβαι υ καὶ νομίσματα μγ 𐅵δέκατον εἰκοστὸν δέρματα γ. γίνονται τῆς ἐχθέσεως σίτου ἀρτάβαι ωμ δ καὶ διὰ Παμουθίου γραμματέως Σάσου Κάτω σίτου ἀρτάβαι ρ καὶ καγκέλλῳ ἀρτάβαι υ, γίνονται σίτου ἀρτάβαι ϡμ δ καὶ καγκέλλῳ ἀρτάβαι υ νομίσματα ϙδ πεντεκαιδέκατον δέρματα γ.