Ancient Greek
P.Oxy. 16 1944
Documentary Papyri, P.Oxy. 16 1944
Not analysed yet
…ὅλος, οὐ μόνον δὲ ἀλλὰ εἶπέν μοι ὅτι καὶ τὴν τρίχα σου κουρεύσω αὐτήν. ὅλα γὰρ τὰ πράγματα τῆς ἐμοῦ οὐσίας ἔλαβαν καὶ τῆς ἐμοῦ εὐτελείας ἐδίωξαν. παρακαλῶ τὸν ἀγαθὸν καὶ θεοφύλακτον δεσπότην πέμψον μοι τὸν λόγον ἵνα καὶ ἐγὼ ἐλθὼν ἐλέγχω αὐτοὺς ἐπάνω τοὺς πόδας τοῦ δεσπότου μου καὶ δυνηθῶ ὑπουργῆσαι τὰ ἴδιά μου δημόσια. οὐκ ὀλίγον γὰρ τὰ συντελούμενα παρʼ ἐμοῦ δημόσια, παρέχω γὰρ τριακοσίας ἀρτάβας σίτου καὶ τεσσεράκοντα νομίσματα, δέσποτα .