Ancient Greek
P.Oxy. 16 1959
Documentary Papyri, P.Oxy. 16 1959
Not analysed yet
ὑπατείας Φλαουίου Ἰωάννου τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου στρατηγοῦ Θὼθ α ἰνδικτίονος η ἐν Ὀξυρύγχων. Φλαουίῳ Ἀπφῷ τῷ λαμπροτάτῳ τριβούνῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Εὐλογίου γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει Αὐρήλιος Ἰωάννης υἱὸς Βάνους μητρὸς Σεναμουνίης ἀπὸ κώμης Σενοκώμεως τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἐπὶ τετραετῆ χρόνον ἀπὸ τοῦ παρόντος μηνὸς Θὼθ νεομηνίας ἔτους ροϛ ρμε τῆς παρούσης ὀγδόης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων τῇ σῇ εὐγενείᾳ διακειμένων ἐπὶ τῆς αὐτῆς κώμης ἐκ νότου ταύτης ὁλόκληρον ἔπαυλιν καὶ τὰ ἔνδον αὐτῆς οἰκήματα πλήσίον τοῦ ἀρτοκοπίου νεύουσαν ἐπὶ βορρᾶ σὺν χρηστηρίοις καὶ δικαίοις πᾶσι καὶ τελέσω ὑπὲρ ἐνοικίου ἐνιαυσίως χρυσοῦ νομισμάτιον ἕν, γίνεται χρυσοῦ νόμισμα α, ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν βουληθείη ἡ ὑμῶν εὐγένεια παραδώσω τὴν αὐτὴν ἔπαυλιν μετὰ τῶν ἐν αὐτῇ οἰκημάτων καὶ τῆς ἀτρώτου νομῆς ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννης υἱὸς Βάνους ὁ προκείμενος πεποίημαι τὴν μίσθωσιν καὶ ἀποδώσω τὸ ἐνοίκιον καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. Αὐρήλιος Σαραπίων Τιμοθέου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. di emu …vi ἰνδικτίωνος viii μίσθωσις Ἰωάννου Βάνους ἀπὸ Σενοκώμεως εἰς τὸν λαμπρότατον Ἀπφοῦν …