Ancient Greek
P.Oxy. 16 1970
Documentary Papyri, P.Oxy. 16 1970
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κζ, τοῖς τὸ ιγ μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Παῦνι ιδ ἰνδικτίονος β. Φλαουίῳ Ἀναστασίῳ τῷ περιβλέπτῳ κόμετι καὶ τραπεζίτῃ τοῦ ἐνδόξου οἴκου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιοι Γεώργιος καὶ Ἀνοῦπ ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Ἀνδρέου μητρὸς Στεφανοῦτος μηχανουργοὶ τοῦ αὐτοῦ ἐνδόξου οἴκου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ τῆς ὑμῶν μεγαλοπρεπείας ἐξ ἡμετέρας παρακλήσεως ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου αὐτῆς εἰς ἰδίας ἡμῶν καὶ ἀναγκαίας χρείας χρυσοῦ νομισμάτια τέσσερα ἰδιωτικῷ ζυγῷ νομιτευόμενα, γίνονται χρυσοῦ νομισμάτια δ νομιτευόμενα, καὶ ὁμολογοῦμεν ταῦτα ἀποδοῦναι τῇ ὑμῶν μεγαλοπρεπείᾳ μετὰ πάσης εὐχαριστίας ἐν τῇ πρώτῃ δόσει τοῦ ἡμῶν μισθοῦ τοῦ ἐνδόξου οἴκου ἐν τῷ Ἁθὺρ μηνὶ τῆς εἰσιούσης τρίτης ἐπινεμήσεως ἀνυπερθέτως κινδύνῳ τῶν ἡμῖν ὑπαρχόντων ὑποκειμένων εἰς τοῦτο. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Γεώργιος καὶ Ἀνοῦπ υἱοὶ Ἀνδρέου πεποιήμεθα τὸ γραμμάτιον τῶν νομισματίων δ ὡς πρόκειται. Παμούθιος υἱὸς Γεωργίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu …eteliouthe. γραμμάτιον Γεωργίου καὶ Ἀνοῦπ ἀδελφῶν ἐκ πατρὸς Ἀνδρέου μηχανουργῶν τοῦ ἐνδόξου οἴκου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χρυσοῦ νομισμάτια δ ἰδιωτικῷ ζυγῷ νομιτευόμενα.