Ancient Greek
P.Oxy. 16 1977
Documentary Papyri, P.Oxy. 16 1977
Not analysed yet
τῷ κυρίῳ Ἀμμωνίῳ Σερῆνος προνοητής. ἔχω τῇ σῇ λαμπρότητι ες… σίτου καγκέλλου ἀρτάβας ἑκατὸν τεσσαράκοντα δύο, γίνονται ὁμοῦ καγκέλλῳ ἀρτάβαι ρμβ, καὶ ταῦτα ἑτοίμως ἔχω τῇ σῇ λαμπρότητι παρασχεῖν ἐν τῇ ἁλωνίᾳ τῆς σὺν θεῷ τετάρτης ἰνδικτίονος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας. ἐγράφη μηνὶ Φαμενὼθ ε ἰνδικτίονος γ. Σερῆνος στοιχεῖ τοῦτο τὸ ἰδιόχειρον ὡς πρόκειται. παρέχω τῇ σῇ λαμπρότητι ἄλλας σίτου ἀρτάβας ὀκτώ ,γίνονται ὁμοῦ καγκέλλου ἀρτάβαι ρν μόναι.