Ancient Greek
P.Oxy. 16 1980
Documentary Papyri, P.Oxy. 16 1980
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους λ τοῖς τὸ ιϛ μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Φαμενὼθ ζ ἰνδικτίονος ε ἐν Ὀξυρύγχων. Φλαούιος Ἰωάννης υἱὸς Ἀπολλῶτος μητρὸς Ἡραΐδος …της τῶν στιπποκογχιστῶν ἀπὸ ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Ψεείω …ῃ τῶν αὐτῶν στιπποχειριστῶν υἱῷ Πετρωνίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. καὶ νῦν ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαί με πρὸς σὲ εἰς ἐνιαυτὸν λογιζόμενον ἀπὸ νεομηνίας τοῦ Χοίακ μηνὸς τοῦ εἰσιόντος ἔτους σλγ σβ τῆς μελλούσης ἕκτης ἰνδικτίονος ἐντάγιον γενάμενον παρὰ Ἰωάννου υἱοῦ Ἀπολλῶτος. …