Ancient Greek
P.Oxy. 16 1988 descr.
Documentary Papyri, P.Oxy. 16 1988
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ϛ, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ε, Τῦβι β, ἰνδικτίωνος ἕκτης. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις προσώποις τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος Φοιβάμμων υἱὸς Παπνουθίου μητρὸς Μαύρας ὁρμώμενος ἀπὸ ἐποικίου Νέου τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης τὴν ὑπ’ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Τῶν Χωρίων ἀντλοῦσαν εἰς τὰ αὐτὰ χωρία ἄξονος ἑνός, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι τὸν ἄξονα παρασχεθῆναι, καὶ εὐθέως ἡ ὑμῶν ὑπερφύεια πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τοῦτον ἀγορασθέντα παρ’ ἐμοῦ ἐν ἀγροῖς καὶ τὴν ὑπὲρ αὐτοῦ τιμὴν κατελογίσατό μοι ἐν τοῖς πιττακίοις καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον, ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν Τῦβι δευτέρα τῆς παρούσης ἕκτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ ἑβδόμης ἐπινεμήσεως, τὸν δὲ αὐτὸν ἄξονα ἐξυπηρετούμενον τοῖς ποτισμοῖς ἐπὶ πενταετῆ χρόνον, τὸν δὲ παλαιὸν δοθέντα τῷ θυρωρῷ, καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων υἱὸς Παπνουθίου στοιχεῖ μοι αὕτη ἡ χειρογραφία ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. γίνεται ἄξων εἷς μόνος. di emu Papnutiu eteliothe. χειρογραφία Φοιβάμμωνος υἱοῦ Παπνουθίου ἀπὸ ἐποικίου Νέου ὑποδοχῆς ἄξονος ἑνός.