Ancient Greek
P.Oxy. 16 2003
Documentary Papyri, P.Oxy. 16 2003
Not analysed yet
χμγ. τῷ θαυμασιωτάτῳ ἀδελφῷ Φὶβ ναύτῃ Φιλόξενος βοηθὸς τοῦ λαμπροτάτου Μακροβίου. ἔσχον αὐθεντικὴν ἀποχὴν τοῦ στρατιωτικοῦ ἀναλώματος τῆς δεκάτης ἰνδικτίονος ἀρταβῶν ἐνενήκοντα ἑπτά, γίνονται σίτου ἀρτάβαι ϙζ, ὑπὲρ ὀνόματος τοῦ αὐτοῦ λαμπροτάτου Μακροβίου, καὶ πρὸς σὴν ἀσφάλειαν ἐξεδόμην τὸ ἐντάγιον ταῦτο ὑπὲρ τῆς αὐτῆς δεκάτης ἰνδικτίονος ὡς πρόκειται. ὁ αὐτὸς Φιλόξενος βοηθὸς συμφωνῶ ἐπὶ μηνὸς Φαρμοῦθι ι ἰνδικτίονος