Ancient Greek
P.Oxy. 16 2007
Documentary Papyri, P.Oxy. 16 2007
Not analysed yet
χμγ. ἐγὼ Ἀπολλῶ Παθῶνι καὶ Ἀβράμιος Φοιβάμμωνος καὶ Ἀνοῦπ ἔσχον παρὰ Ἀμμωνίου προνοητοῦ Θαήσιος ὑπὲρ πλινθευτῶν καὶ οἰκοδόμων ὑπὲρ πέμπτης ἰνδικτίονος ἕως ὀγδόης ἰνδικτίονος, τουτέστιν καθʼ ἕκαστον ἐνιαυτὸν σίτου ἀρτάβας τρεῖς καὶ χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια τέσσαρα ἥμισυ ἰδιωτικῷ ζυγῷ νομιτευόμενον, γίνονται σίτου ἀρτάβαι γ νομισμάτιον α παρὰ δ 𐅵ἰδιωτικῷ. ἐγράφη μηνὶ Ἐπεὶφ ἰνδικτίονος η ὑπὲρ ε καὶ ϛ καὶ ζ καὶ η ἰνδικτιόνων πλῆρες. διʼ ἐμοῦ Ἀπολλῶ, ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος.