Ancient Greek
P.Oxy. 16 2009
Documentary Papyri, P.Oxy. 16 2009
Not analysed yet
τῷ αἰδεσίμῳ Ἀναστασίῳ ἐπιμελητῇ οἴκου τοῦ τῆς περιβλέπτου μνήμης Θέωνος Θεοδόσιος ἀδιούτωρ δηληγατίωνος ἔσχον παρὰ σοῦ ὑπὲρ συνηθείας τοῦ ἐμοῦ σκρίβα κάνονος ἐμβολῆς σὺν θεῷ τῆς ἕκτης ἐπινεμήσεως χρυσοῦ νομίσματα τέσσαρα παρὰ κεράτια δεκαέξ, γίνονται χρυσοῦ νομίσματα δ παρὰ ιϛ, καὶ πρὸς ὑμετέραν ἀσφάλειαν τὴν παροῦσαν πεποίημαι ἀπόδειξιν γραφεῖσαν μηνὶ Θὼθ ἰνδικτίονος ἕκτης.