Ancient Greek
P.Oxy. 16 2021
Documentary Papyri, P.Oxy. 16 2021
Not analysed yet
λόγος σίτου κώμης Τακόνα ἐμβολῆς ιγ ἰνδικτίονος. λήμματα σίτου καθαροῦ ἀρτάβαι μυριὰς α καὶ ι ,καὶ ὑπὲρ κριθολογίας αὐτῶν σίτου ἀρτάβαι ϡκε, καὶ ὑπὲρ τοῦ μειζοτέρου σίτου ἀρτάβαι ν, καὶ ὑπὲρ τοῦ σιτομέτρου σίτου ἀρτάβαι ϙβ. γίνονται λημμάτων ιγ ἰνδικτίονος σίτου ῥυπαροῦ καγκέλλῳ ἀρτάβαι μυριὰς α καὶ Αοζ . ὧν ἐδόθησαν τῷ ὀσπριγίτῃ σίτου ῥυπαροῦ ἀρτάβαι Ζδ, ὁμοίως ἐδόθησαν τῷ ὀσπριγίτῃ εἰς τὸ πλοῖον σίτου ῥυπαροῦ ἀρτάβαι Αψα 𐅵δ, ὁμοίως ἐδόθησαν τῷ ὀσπριγίτῃ διὰ πιττακίου τοῦ γραμματέως κώμης Σέφθα σίτου ῥυπαροῦ ἀρτάβαι ρμβ, καὶ διὰ τῶν σταβλιτῶν Τακόνα σίτου ῥυπαροῦ ἀρτάβαι Ασ, …