Ancient Greek
P.Oxy. 17 2114
Documentary Papyri, P.Oxy. 17 2114
Not analysed yet
Αὐρήλιος Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων στρατηγὸς Ὀξυρυγχίτου διὰ Πλου… διαδόχου Αὐρηλίῳ Ἡρᾷ πραιποσίτῳ η πάγου τῷ φιλτάτῳ χαίρειν. διʼ ὧν ἔγραψεν ἡ ἐμμέλεια τοῦ κυρίου μου ἐπιτρόπου τῆς Ἑπτανομίας Αὐρηλίου Γρηγορίου ἐκέλευσεν τοῦ δηληγατευθέντος οἴνου τῆς Θηβαΐδος ἐν τῇ ε ἰνδικτίονι τὴν ἡμίσειαν ἀποσταλῆναι ἐν παλαιῷ ἢ τιμήματος ἑκάστου ξέστου ἐκ δηναρίων ξε, ἀπαντησάντων εἰς τοῦτο ὀπινατόρων αἱρεθέντος τε καὶ ἀπὸ βουλῆς ἐπιμελητοῦ. φρόντισον τοίνυν δεξάμενος τόδε τὸ ἐπίσταλμα τὸν ἐπιβάλλοντα ξεστισμὸν τῷ ὑπὸ σὲ πάγῳ παραδοῦναι τῷ ἐπιμελητῇ, πρὸς τὸ μηδεμίαν ἐνέδραν περὶ τὰς στρατιωτικὰς τροφὰς γενέσθαι. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ὑπατείας Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων, Μεσορὴ ιζ. Αὐρήλιος Διόσκορος ὑπηρέτης στρατηγοῦ ἐπήνεγκα τῇ αὐτῇ ἡμέρᾳ.