Ancient Greek
P.Oxy. 17 2142
Documentary Papyri, P.Oxy. 17 2142
Not analysed yet
Ζωίλος Ὡρίωνι χαίρειν. παράδος Σαραπίωνι ἐξηγητῇ ἐπιμελητῇ ἄρτου ἀννωνικοῦ ὑπὲρ τῶν ὑπογεγραμμένων ἐποικίων α καὶ β ἐπιγραφῆς, Πλελὼ τὰς λοιπὰς ἀρτάβας ϛ, Ψώβθεως μέσης ἀρτάβας ιη, Ξενάρχου τὰς λοιπὰς ἀρτάβας ιε, Τακολκείλεως ἀρτάβας ιη, Μασσιγγοφόρου ἀρτάβας ι, γίνονται πυροῦ ἀρτάβαι ξζ μέτρῳ ι, λογιζόμεναι αὐτοῖς πρὸς δραχμὰς τ. γείνονται ἀρτάβαι ἑξήκοντα ἑπτά, ἐσημειωσάμην πυροῦ ἀρτάβας ξζ, μέτρῳ ι. ἔτους …ἔτους καὶ …ἔτους καὶ …ἔτους, …ϛ.