Ancient Greek
P.Oxy. 17 2144
Documentary Papyri, P.Oxy. 17 2144
Not analysed yet
καὶ ὁμοίως ἐξωδιάσθη ὑπʼ ἐμοῦ Ἀμμωνᾶ εἰς λόγον τῶν γεούχων. διὰ Σαραπάμμωνος τιμῆς πετροσελίνου Μακεδονικοῦ οὐγκίας α εἰς καταπότιον ἵππων ἀθλητικῶν δραχμαὶ ω, τῇ γεούχῳ ὑπὲρ τιμῆς μίλτου ὁλκῆς μνῶν ε δραχμαὶ φ, τῇ αὐτῇ ὁμοίως ὑπὲρ τιμῆς κόλλης τεκτονικῆς εἰς τὸν κτίστην ὁλκῆς μνᾶς δ δραχμαὶ ρνβ, τῇ αὐτῇ ὁμοίως ὑπὲρ τιμῆς μίλτου μνῶν ι δραχμαὶ Α, Θωνίῳ ἰδίῳ ὁμοίως ὑπὲρ τιμῆς μίλτου ὁλκῆς μνῶν β εἰς τὸ Κόσμου δραχμαὶ σ, Ἐπαφροδείτῳ ὁμοίως ἰδίῳ ὑπὲρ κηροῦ μνᾶς α δοθείσης τῷ πρίγκιπι δραχμαὶ ρ, τῷ γεούχῳ Σαραπίωνι κηροῦ μνῶν δ δραχμαὶ υ, Ἡλιοδώρῳ ἰδίῳ ὑπὲρ τιμῆς κόλλης τεκτονικῆς εἰς τὸ Κόσμου μνᾶς 𐅵δραχμαὶ τ, Εὐμενείῃ ἰδίᾳ εἰς γάμους Ἀπολλωνίου ὑπὲρ τιμῆς λύχνων δραχμαὶ μ, Θωνίῳ ὁμοίως κόλλης τεκτονικῆς μνᾶς δ δραχμαὶ ρνβ, Ζωίλῳ ἰδίῳ ὁμοίως κόλλης τεκτονικῆς μνᾶς δ εἰς τροχοὺς ἵππων ἀθλητικῶν δραχμαὶ ρνβ, Σαραπίωνι γεούχῳ ἀγωνοθετοῦντι ἐν τῇ Ἀντινόου πλάσματα λιβανωτοῦ ἀριθμῷ δέκα δραχμαὶ ω.