Ancient Greek
P.Oxy. 17 2155
Documentary Papyri, P.Oxy. 17 2155
Not analysed yet
Ἕλενος Σιλβανῷ τῷ κυρίῳ μου ἀδελφῷ χαίρειν. καὶ διὰ Πεκύσιος τοῦ ὀνηλάτου σοι ἔπεμψα ἵνα πέμψῃς ἡμῖν εἰς τὰ ἔργα δύο τάλαντα ἵνα εὕρωμεν δοῦναι τοῖς ἀπὸ Ἰβιῶνος, πάνυ γὰρ ἐνοχλοῦμαι ὑπʼ αὐτῶν, καὶ ἵνα τοῖς καταμηνίοις ἡμῶν δῶ καὶ τοῖς πλαστοποιοῖς καὶ εἰς τὰ ἄλλα ἔργα. οἶνον γὰρ οὐδεὶς ἠγόρασεν ἀφʼ ἡμῶν. κατεσχέθη Ἥρων ὁ κεραμεὺς ὑπὸ τοῦ Κιαλῆ τοῦ κωμάρχου καὶ ἔβαλε αὐτὸν εἰς τὰς δεκανίας ἄρας ἄλλους τοὺς ὄντας ἐν τῇ δεκανίᾳ καὶ τοῦτον ἔβαλεν. διελέχθην οὖν αὐτῷ τούτου ἕνεκεν καὶ πρότερον κήδεσθαι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ἐνοχλοῦσι δὲ ἡμῖν καὶ αἱ δεκανίαι ἕνεκεν τῶν ἀνδρῶν ἡμῶν ὑπὲρ τῆς τιμῆς τοῦ οἴνου καὶ τοῦ ὀνηλάτου τοῦ ἀπερχομένου εἰς τὸ μεγα…