Ancient Greek
P.Oxy. 18 2183
Documentary Papyri, P.Oxy. 18 2183
Not analysed yet
Νεμεσιανὸς στρατηγὸς Ὀξυρυγχίτου κληρονόμοις Φιλίσκου στρατηγήσαντος Μενελαίτου τοῖς φιλτάτοις χαίρειν. ὁ τοῦ Μενελαίτου στρατηγὸς ἐπέστειλέν μοι περὶ ἀπαιτήσεως δραχμῶν σιβ πεντωβόλου ἡμιωβελίου ὡς ἀναλημφθεισῶν ἐν τῷ Φιλίσκῳ ὑπὲρ λημμάτων κ ἔτους τόκου τιμῆς ὑπαρχόντων πρότερον Ἀθηνοδώρου Παμφίλου. ἵνα οὖν εὐθέως τὴν ἀπόδοσιν ποιήσησθε ἐπέστειλα ὑμῖν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι φίλτατοι. διὰ Διδύμου βοηθοῦ. ἔτους ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγιστοῦ Τῦβι α.