Ancient Greek
P.Oxy. 18 2185
Documentary Papyri, P.Oxy. 18 2185
Not analysed yet
Κλαύδιος Ἄρειος στρατηγὸς Ὀξυρυγχίτου Παπαντῶτι καὶ τοῖς μετόχοις σιτολόγοις Πακέρκη ἀπηλιώτου χαίρειν. μετρήσατε ἐπακολουθούντων τῇ καταθέσει τῶν τε κατασπορέων καὶ τῶν προκεχειρισμένων συνεπιστέλλοντος Ἁρποχ βασιλικοῦ γραμματέως Ἡρακλείδῃ Ἡρακλείδου τοῦ Πτολεμαίου μητρὸς Διογενίδος τῆς Σαραπι τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ὡς ἐτῶν …οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, ὃν γνωριεῖτε ἰδίῳ κινδύνῳ, εἰς σπέρματα ἀπὸ γενήματος διελθόντος ἔτους εἰς κατασπορὰν τοῦ ἐνεστῶτος ιβ ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, εἰς ἃς ημ Ἀμμώνιος κωμογραμματεὺς Ψώβθεως καὶ Περώθεως γεωργεῖν αὐτὸν περὶ μὲν Ψῶβθιν ἀπηλιώτου οὐσικῆς Ἀτικράτους καὶ Σωστράτου ἀρούρας λ καὶ περὶ Περώθεως ὀνόματι Πτολεμαίου τοῦ Ἀραίου ἄρουραν 𐅵καὶ τοῦ …μενους ἀρούρας ια δ ὡς γείνεται ἐπὶ τὸ αὐτὸ οὐσιακῆς προσόδου γῆς ἐκ νειλοβρόχου ἀρούρας μα 𐅵δ πυροῦ ἀρτάβας μα 𐅵δ, ἃς καὶ καταθήσει εἰς τὴν γῆν ὑγιῶς μηδενὸς ὑπολογουμένου εἰς ὀφειλὴν ἢ ἕτερόν τι ἁπλῶς, παρʼ οὗ καὶ λάβετε τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἐκ νέων ἀποκαταστήσειν ἅμα τοῖς τῆς γῆς καθήκουσι τελέσμασι. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ …